Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.315 Joseph. AJ 1.319 (English) >>Joseph. AJ 1.324

1.318ὑπὲρ δὲ τῆς λείας ἧς ἐγκαλεῖς, φησίν, ἀδικῶν αὐτὸς ἂν εὑρεθείης ἐπʼ ἄλλῳ κριτῇ· ὑπὲρ γὰρ ἧς ἐχρῆν σε χάριν ἡμῖν ἔχειν καὶ φυλαχθείσης ὑφʼ ἡμῶν καὶ πλείονος γεγενημένης, ὑπὲρ ταύτης πῶς οὐ διαμαρτάνεις τῶν δικαίων χαλεπαίνων ἐμοί, εἰ μοῖραν αὐτῆς ὀλίγην λαβόντες ἔχομεν. περὶ μέντοι γε τῶν θυγατέρων ἴσθι μὴ κατʼ ἐμὴν κακουργίαν ἀπαναστήσαντος ἀκολουθεῖν, ἀλλὰ κατʼ εὔνοιαν δικαίαν, ἣν γυναιξὶ γαμεταῖς πρὸς τοὺς συνοικοῦντας εἶναι συμβέβηκεν· ἕπονται τοίνυν οὐχ ὡς ἐμοὶ τοσοῦτον, 1.319ὅσον τοῖς παισὶν αὐτῶν.” καὶ ταῦτα μὲν ὑπὲρ τοῦ μηδὲν ἀδικεῖν αὐτὸς ἔλεγε, προσενεκάλει δὲ καὶ κατηγορίαν ἐποιεῖτο, ὅτι μητρὸς ὢν ἀδελφὸς τῆς αὐτοῦ καὶ συζεύξας αὐτῷ τὰς θυγατέρας ἐπιτάγμασιν ἐκτρυχώσειε χαλεποῖς, εἴκοσιν ἐτῶν ἀριθμὸν ἐν αὐτοῖς κατασχών. καὶ τὰ μὲν προφάσει τῶν γάμων ὑπʼ αὐτοῦ γενόμενα καίπερ ὄντα χαλεπὰ κουφότερα ἔφασκε, χείρω δὲ τὰ μετὰ τοὺς γάμους καὶ τις ἂν ἔπαθεν ἐχθρὸς ἔφυγε. 1.320καὶ γὰρ σφόδρα κακούργως Λάβανος ἐχρήσατο τῷ Ἰακώβῳ· ὁρῶν γὰρ αὐτῷ τὸν θεὸν πρὸς ὅτι θελήσειε συλλαμβανόμενον ὑπισχνεῖτο τῶν τεχθησομένων αὐτῷ παρέξειν ἔσθʼ ὅτε μὲν ὅτι καὶ γένοιτο λευκόν, ποτὲ δʼ αὖ τὰ μέλανα τῶν γεννωμένων. 1.321πληθυόντων δὲ τῶν ἐπʼ ὀνόματι τῷ Ἰακώβου τικτομένων, τὴν μὲν εἰς τὸ παρὸν οὐκ ἐφύλαττε πίστιν, εἰς ἔτος δὲ παρέξειν ἐπηγγέλλετο διὰ τὸ ἐποφθαλμιᾶν τῷ πλήθει τῆς κτήσεως, ἐπαγγελλόμενος μὲν διὰ τὸ δυσέλπιστον γενέσθαι τοσαῦτα, ψευδόμενος δὲ ἐπὶ γενομένοις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.315 Joseph. AJ 1.319 (English) >>Joseph. AJ 1.324

Powered by PhiloLogic